호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὅτι Κροτωνιάτης τις Κύλων ὄνομα, τῇ οὐσίᾳ καὶ δόξῃ πρῶτος τῶν πολιτῶν, ἐπεθύμησε Πυθαγόρειος γενέσθαι.? ὢν δὲ χαλεπὸς καὶ βίαιος τὸν τρόπον, ἔτι δὲ στασιαστὴς καὶ τυραννικός, ἀπεδοκιμάσθη. παροξυνθεὶς οὖν τῷ συστήματι τῶν Πυθαγορείων, ἑταιρείαν μεγάλην συνεστήσατο, καὶ διετέλει πάντα καὶ λέγων καὶ πράττων κατ αὐτῶν. ὅτι Λῦσις ὁ Πυθαγόρειος εἰς Θήβας τῆς Βοιωτίας γενόμενος διδάσκαλος Ἐπαμινώνδου, τοῦτον μὲν τέλειον ἄνδρα πρὸς ἀρετὴν κατέστησε, καὶ πατὴρ αὐτοῦ θετὸς ἐγένετο δι εὔνοιαν.
ὁ δὲ Ἐπαμινώνδας τῆς τε καρτερίας καὶ λιτότητος καὶ τῶν ἄλλων ἀρετῶν ἐκ τῆς Πυθαγορείου φιλοσοφίας ἐναύσματα λαβών, οὐ μόνον Θηβαίων, ἀλλὰ καὶ πάντων τῶν κατ αὐτὸν ἐπρώτευεν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기