- 텍스트

Diodorus Siculus, Library, fragmenta libri x, chapter 10

(디오도로스 시켈로스, Library, fragmenta libri x, chapter 10)

ὅτι Πυθαγόρας φιλοσοφίαν, ἀλλ οὐ σοφίαν ἐκάλει τὴν ἰδίαν αἱρ´εσιν.? καταμεμφόμενος γὰρ τοὺς πρὸ αὐτοῦ κεκλημένους ἑπτὰ σοφοὺς ἔλεγεν, ὡς σοφὸς μὲν οὐδείς ἐστιν ἄνθρωπος ὢν καὶ πολλάκις διὰ τὴν ἀσθένειαν τῆς φύσεως οὐκ ἰσχύων πάντα κατορθοῦν, ὁ δὲ ζηλῶν τὸν τοῦ σοφοῦ τρόπον τε καὶ βίον προσηκόντως ἂν φιλόσοφος ὀνομάζοιτο. ἀλλ ὅμως τηλικαύτης προκοπῆς γενομένης περί τε Πυθαγόραν αὐτὸν καὶ τοὺς μετ ἐκεῖνον Πυθαγορείους, καὶ τοσούτων ἀγαθῶν αἴτιοι γενόμενοι ταῖς πόλεσιν οὗτοι τὸν πάντα τὰ καλὰ λυμαινόμενον χρόνον οὐ διέφυγον:

οὐδὲν γάρ, οἶμαι, τῶν παρ ἀνθρώποις καλῶν οὕτω συνέστηκεν ὥστε μηδεμίαν αὐτῷ φθοράν τε καὶ διάλυσιν γεννῆσαι τὸν πολυετῆ χρόνον.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION