- 텍스트

Diodorus Siculus, Library, fragmenta libri x, chapter 7

(디오도로스 시켈로스, Library, fragmenta libri x, chapter 7)

ὅτι παρεκάλει τὴν λιτότητα ζηλοῦν:? τὴν γὰρ πολυτέλειαν ἅμα τάς τε οὐσίας τῶν ἀνθρώπων διαφθείρειν καὶ τὰ σώματα. τῶν γὰρ νόσων τῶν πλείστων ἐξ ὠμότητος γινομένων, αὐτὴν ταύτην ἐκ τῆς πολυτελείας γίνεσθαι. πολλοὺς δὲ ἔπειθεν ἀπύροις σιτίοις χρῆσθαι καὶ ὑδροποσίαις πάντα τὸν βίον ἕνεκεν τοῦ τἀγαθὰ θηρᾶσθαι τὰ κατὰ ἀλήθειαν.

τῶν δὲ καθ ἡμᾶς εἴ τις ὑπαγορεύσειεν ἢ ἑνὸς ἢ δυεῖν ἀπέχεσθαι τῶν ἡδέων εἶναι δοκούντων ἐπ ὀλίγας ἡμέρας, ἀπείπαιντ ἂν τὴν φιλοσοφίαν, φήσαντες εὐήθες ὑπάρχειν τἀφανὲς ἀγαθὸν ζητεῖν ἀφέντα τὸ φανερόν. κἂν μὲν δέῃ δημοκοπεῖν ἢ πολυπραγμονεῖν περὶ τῶν ἀλλοτρίων, σχολάζουσι καὶ ὑπ οὐδενὸς ἐμποδίζονται:

ἐὰν δὲ γίνεσθαι δέῃ περὶ παιδείαν καὶ τὴν τῶν ἠθῶν ἐπισκευήν, ἀκαιρεῖν φασιν, ὥστε ἀσχολεῖσθαι μὲν εὐσχολοῦντας, σχολὴν δ ἄγειν οὐ σχολάζοντας. ὅτι φασὶ τὸν Ταραντῖνον Ἀρχύταν τὸν ὄντα Πυθαγόρειον ἐπὶ μεγάλοις ἀδικήμασιν οἰκέταις ὀργισθῆναι, καὶ κατεξαναστάντα τοῦ πάθους εἰπεῖν, ὡς οὐκ ἂν ἐγενήθησαν ἀθῷοι τηλικαῦτα ἁμαρτήσαντες, εἰ μὴ ἔτυχεν ὀργιζόμενος.

ὅτι οἱ Πυθαγόρειοι μεγίστην ἐποιοῦντο πρόνοιαν τῆς πρὸς τοὺς φίλους βεβαιότητος, τὴν τῶν φίλων εὔνοιαν ἀξιολογώτατον ἀγαθὸν εἶναι τῶν ἐν τῷ βίῳ διειληφότες.

ὅτι μέγιστον ἄν τις ἡγήσαιτο καὶ μάλιστα θαυμάσαι τὸ αἴτιον τῆς πρὸς τοὺς φίλους εὐνοίας.

τίνες γάρ ποτε ἦσαν ἐθισμοὶ ἢ τίς τρόπος ἐπιτηδευμάτων ἢ τίς λόγου δεινότης, δι ἧς ἐνειργάζοντο τὴν τοιαύτην διάθεσιν τοῖς ἀφικνουμένοις εἰς τὴν τοῦ βίου κοινωνίαν· ταῦτα γὰρ πολλοὶ μὲν ἐπιθυμήσαντες γνῶναι τῶν ἔξωθεν ἐπεβάλοντο πολυπραγμονεῖν, οὐδέποτε δὲ οὐδεὶς μαθεῖν ἠδυνήθη.

αἴτιον δὲ τοῦ διατηρεῖσθαι τὰς ὑπὲρ τούτων ὑποθήκας τὸ τοὺς Πυθαγορείους ὑπόστασιν ἔχειν μηδὲν τοιοῦτο ποιεῖν ἔγγραφον, ἀλλὰ διὰ μνήμης ἔχειν τὰ παραγγελλόμενα. ὅτι ὁ Πυθαγόρας πρὸς τοῖς ἄλλοις παρήγγελλε τοῖς μανθάνουσι σπανίως μὲν ὀμνύναι, χρησαμένους δὲ τοῖς ὁρ´κοις πάντως ἐμμένειν καὶ πρὸς τέλος ἄγειν ὑπὲρ ὧν ἄν τις ὀμόσῃ πραγμάτων, οὐχ ὁμοίαν ἀπόφασιν ποιούμενος Λυσάνδρῳ τε τῷ Λάκωνι καὶ Δημάδῃ τῷ Ἀθηναίῳ, ὧν ὁ μὲν ἀπεφαίνετο τοὺς μὲν παῖδας δεῖν ἐξαπατᾶν τοῖς ἀστραγάλοις, τοὺς δὲ ἄνδρας τοῖς ὁρ´κοις, ὁ δὲ διαβεβαιούμενος ὅτι δεῖ τὸ λυσιτελέστατον ὥσπερ ἐπὶ τῶν ἄλλων, οὕτω καὶ ἐπὶ τῶν ὁρ´κων αἱρεῖσθαι:

ὁρᾶν δὲ τὸν ἐπιορκήσαντα παραχρῆμα ταῦτ ἔχοντα περὶ ὧν ὤμοσε, τὸν δ εὐορκήσαντα φανερῶς τὸ ἴδιον ἀπολλύντα. τούτων γὰρ ἑκάτερος οὐ καθάπερ Πυθαγόρας ὑπεστήσατο τὸν ὁρ´κον εἶναι πίστεως ἐνέχυρον βέβαιον, ἀλλ αἰσχροκερδείας καὶ ἀπάτης δέλεαρ. ὅτι Πυθαγόρας παρήγγελλε τοῖς μανθάνουσι σπανίως μὲν ὀμνύναι, χρησαμένους δὲ τοῖς ὁρ´κοις πάντως ἐμμένειν.

ὅτι ὁ αὐτὸς Πυθαγόρας καὶ περὶ τῶν ἀφροδισίων ἐκλογιζόμενος τὸ συμφέρον παρήγγελλε κατὰ μὲν τὸ θέρος μὴ πλησιάζειν γυναιξί, κατὰ δὲ τὸν χειμῶνα προσιέναι τεταμιευμένως.

καθόλου γὰρ τὸ γένος τῶν ἀφροδισίων ὑπελάμβανεν εἶναι βλαβερόν, τὴν δὲ συνέχειαν αὐτῶν τελέως ἀσθενείας καὶ ὀλέθρου ποιητικὴν ἐνόμιζε. ξονστ. εχξ. 2 ῾1᾿, π. 423. ὅτι Πυθαγόραν φασὶν ὑπό τινος ἐρωτηθέντα πότε χρηστέον ἀφροδισίοις εἰπεῖν, ὅταν ἑαυτοῦ θέλῃς ἥττων γενέσθαι.

ὅτι οἱ Πυθαγόρειοι διῄρουν καὶ τὰς ἡλικίας τῶν ἀνθρώπων εἰς τέσσαρα μέρη, παιδός, νέου, νεανίσκου, γέροντος, καὶ τούτων ἑκάστην ἔφασαν ὁμοίαν εἶναι ταῖς κατὰ τὸν ἐνιαυτὸν τῶν ὡρῶν μεταβολαῖς, τὸ μὲν ἐάρ τῷ παιδὶ διδόντες, τὸ δὲ φθινόπωρον τῷ ἀνδρί, τὸν δὲ χειμῶνα τῷ γέροντι, τὸ δὲ θέρος τῷ νέῳ.

ὅτι ὁ αὐτὸς Πυθαγόρας παρήγγελλε πρὸς τοὺς θεοὺς προσιέναι τοὺς θύοντας μὴ πολυτελεῖς, ἀλλὰ λαμπρὰς καὶ καθαρὰς ἔχοντας ἐσθῆτας, ὁμοίως δὲ μὴ μόνον τὸ σῶμα καθαρὸν παρεχομένους πάσης ἀδίκου πράξεως, ἀλλὰ καὶ τὴν ψυχὴν ἁγνεύουσαν.

ὅτι ὁ αὐτὸς ἀπεφαίνετο τοῖς θεοῖς εὔχεσθαι δεῖν τὰ ἀγαθὰ τοὺς φρονίμους ὑπὲρ τῶν ἀφρόνων:

τοὺς γὰρ ἀσυνέτους ἀγνοεῖν, τί ποτέ ἐστιν ἐν τῷ βίῳ κατὰ ἀλήθειαν ἀγαθόν. ὅτι ὁ αὐτὸς ἔφασκε δεῖν ἐν ταῖς εὐχαῖς ἁπλῶς εὔχεσθαι τἀγαθά, καὶ μὴ κατὰ μέρος ὀνομάζειν, οἱο῀ν ἐξουσίαν, κάλλος, πλοῦτον, τἄλλα τὰ τούτοις ὅμοια:

πολλάκις γὰρ τούτων ἕκαστον τοὺς κατ ἐπιθυμίαν αὐτῶν τυχόντας τοῖς ὅλοις ἀνατρέπειν. καὶ τοῦτο γνοίη ἄν τις ἐπιστήσας τοῖς ἐν ταῖς Εὐριπίδου Φοινίσσαις στίχοις, ἐν οἷς οἱ περὶ τὸν Πολυνείκην εὔχονται τοῖς θεοῖς, ὧν ἡ ἀρχὴ βλέψας ἐς Ἄργος, ἑώς εἰς στέρν ἀδελφοῦ τῆσδ ἀπ ὠλένης βαλεῖν. οὗτοι γὰρ δοκοῦντες ἑαυτοῖς εὔχεσθαι τὰ κάλλιστα ταῖς ἀληθείαις καταρῶνται. ὅτι ὁ αὐτὸς πολλὰ καὶ ἄλλα διαλεγόμενος πρὸς βίου σώφρονος ζῆλον καὶ πρὸς ἀνδρείαν τε καὶ καρτερίαν, ἔτι δὲ τὰς ἄλλας ἀρετάς, ἴσα θεοῖς παρὰ τοῖς Κροτωνιάταις ἐτιμᾶτο.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION