- 텍스트

Diodorus Siculus, Library, fragmenta libri x, chapter 5

(디오도로스 시켈로스, Library, fragmenta libri x, chapter 5)

ὅτι οἱ Πυθαγόρειοι καὶ τῆς μνήμης μεγίστην γυμνασίαν ἐποιοῦντο, τοιοῦτόν τινα τρόπον τῆς μελέτης ὑποστησάμενοι.? οὐ πρότερον ἐκ τῆς εὐνῆς ἠγείροντο, πρὶν ἂν πρὸς ἑαυτοὺς ἀνθωμολογήσαντο τὰ κατὰ τὴν προτέραν ἡμέραν αὐτοῖς πραχθέντα, τὴν ἀρχὴν ἀπὸ τῆς πρωίας, τὴν δὲ τελευτὴν ἑώς ἑσπέρας ποιούμενοι. εἰ δ ἀναστροφὴν ἔχοιεν καὶ πλείονα σχολὴν ἄγοιεν, καὶ τὰ τρίτῃ καὶ τετάρτῃ καὶ ταῖς ἔτι πρότερον ἡμέραις πραχθέντα προσανελάμβανον. τοῦτο πρὸς ἐπιστήμην καὶ φρόνησιν ἐπετήδευον πάντων ἐμπειρίαν τε τοῦ δύνασθαι πολλὰ μνημονεύειν. ὅτι ἐποιοῦντο καὶ τῆς ἐγκρατείας γυμνασίαν τόνδε τὸν τρόπον.

παρασκευασάμενοι πάντα τὰ κατὰ τὰς λαμπροτάτας ἑστιάσεις παρατιθέμενα πολὺν αὐτοῖς ἐνέβλεπον χρόνον: εἶτα διὰ τῆς θέας τὰς τῆς φύσεως ἐπιθυμίας πρὸς τὴν ἀπόλαυσιν ἐκκαλεσάμενοι τὰς τραπέζας ἐκέλευον αἴρειν τοὺς παῖδας, καὶ παραχρῆμα ἄγευστοι τῶν παρατεθέντων ἐχωρίζοντο.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION