- 텍스트

Diodorus Siculus, Library, fragmenta libri x, chapter 3

(디오도로스 시켈로스, Library, fragmenta libri x, chapter 3)

ὅτι ἐπ ἄρχοντος Ἀθήνησι Θηρικλέους κατὰ τὴν ἑξηκοστὴν πρώτην Ὀλυμπιάδα Πυθαγόρας ὁ φιλόσοφος ἐγνωρίζετο, προκεκοφὼς ἤδη ἐν παιδείᾳ:? γέγονε γὰρ ἱστορίας ἄξιος, εἰ καί τις ἕτερος τῶν περὶ παιδείαν διατριψάντων. γέγονε δὲ Σάμιος τὸ γένος: οἱ δέ φασιν ὅτι Τυρρηνός. τοσαύτη δ ἦν ἐν τοῖς αὐτοῦ λόγοις πειθὼ καὶ χάρις, ὡς καὶ τῆς πόλεως σχεδὸν ὅλης ἐπ αὐτὸν ἐπιστρεφούσης καθ ἡμέραν ὡσπερεὶ πρός τινος θεοῦ παρουσίαν ἅπαντας συντρέχειν ἐπὶ τὴν ἀκρόασιν.

οὐ μόνον δὲ περὶ τὴν ἐν τῷ λέγειν δύναμιν ἐφαίνετο μέγας, ἀλλὰ καὶ ψυχῆς ἐνέφαινεν ἦθος κατεσταλμένον καὶ πρὸς μίμησιν βίου σώφρονος τοῖς νέοις θαυμαστὸν ἀρχέτυπον, καὶ τοὺς ἐντυγχάνοντας ἀπέτρεπεν ἀπὸ τῆς πολυτελείας καὶ τρυφῆς, ἁπάντων διὰ τὴν εὐπορίαν ἀνέδην ἐκκεχυμένων εἰς ἄνεσιν καὶ διαφθορὰν ἀγεννῆ τοῦ σώματος καὶ τῆς ψυχῆς.

ὅτι Πυθαγόρας πυθόμενος Φερεκύδην τὸν ἐπιστάτην αὐτοῦ γεγενημένον ἐν Δήλῳ νοσεῖν καὶ τελέως ἐσχάτως ἔχειν, ἔπλευσεν ἐκ τῆς Ἰταλίας εἰς τὴν Δῆλον.

ἐκεῖ δὲ χρόνον ἱκανὸν τὸν ἄνδρα γηροτροφήσας, πᾶσαν εἰσηνέγκατο σπουδὴν ὥστε τὸν πρεσβύτην ἐκ τῆς νόσου διασῶσαι. κατισχυθέντος δὲ τοῦ Φερεκύδου διὰ γῆρας καὶ διὰ τὸ μέγεθος τῆς νόσου, περιέστειλεν αὐτὸν κηδεμονικῶς, καὶ τῶν νομιζομένων ἀξιώσας ὡσανεί τις υἱὸς πατέρα πάλιν ἐπανῆλθεν εἰς τὴν Ἰταλίαν. ὅτι ἐπειδάν τινες τῶν συνήθων ἐκ τῆς οὐσίας ἐκπέσοιεν, διῃροῦντο τὰ χρήματα αὐτῶν ὡς πρὸς ἀδελφούς.

οὐ μόνον δὲ πρὸς τοὺς καθ ἡμέραν συμβιοῦντας τῶν γνωρίμων τοιαύτην εἶχον τὴν διάθεσιν, ἀλλὰ καθόλου πρὸς πάντας τοὺς τῶν πραγμάτων τούτων μετασχόντας.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION