- 텍스트

Diodorus Siculus, Library, fragmenta libri x, chapter 1

(디오도로스 시켈로스, Library, fragmenta libri x, chapter 1)

ὅτι Σερούιος Τύλλιος Ταρκυνίου ἐπιθεμένου παραγενηθεὶς εἰς τὸ βουλευτήριον, καὶ θεασάμενος τὴν καθ ἑαυτοῦ παρασκευήν, τοσοῦτον μόνον εἶπε, τίς ἡ τόλμα, Ταρκύνιε·? ὁ δὲ ὑπολαβών, ἡ μὲν οὖν σή, φησί, τίς, ὃς δουλέκδουλος ὢν Ῥωμαίων βασιλεύειν ἐτόλμησας καὶ τῆς τοῦ πατρὸς ἡγεμονίας ἡμῖν προσηκούσης παρὰ νόμους ἀφείλου τὴν οὐδὲ καθ ἕνα σοι τρόπον ἐπιβάλλουσαν ἀρχήν· ταῦτα λέγων ἅμα προσέδραμε καὶ δραξάμενος τῆς τοῦ Τυλλίου χειρὸς ἔρριψεν αὐτὸν κατὰ τῆς κρηπῖδος. καὶ διαναστὰς καὶ χωλεύων διὰ τὸ πτῶμα ἐπεχείρησε φυγεῖν, ἀπεκτάνθη δέ.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION