호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
βούλεται μὲν οὖν καὶ προθυμεῖται καθ̓ ὅσον οἱο͂́σ τέ ἐστι βοηθεῖν ἅπασιν· ἡττᾶται δ̓ ἑτέρων ἐνίοτε ἀνθρώπων καὶ ἐπιτηδευμάτων καὶ οὐδὲν ἢ μικρὸν ἰσχύει παντελῶσ. λοιπὸν δὲ τὴν αὑτοῦ διάνοιαν καθαίρει τῷ λόγῳ καὶ πειρᾶται παρέχειν ἀδούλευτον, πολὺ μᾶλλον περὶ τῆσ ἐλευθερίασ μαχόμενοσ ἡδοναῖσ τε καὶ δόξαισ καὶ ἀνθρώποισ ἅπασι μετ̓ ὀλίγων τῶν βουλομένων ἢ Λακεδαιμόνιοί ποτε τὰ στενὰ καταλαβόντεσ ἐμάχοντο πρὸσ ἅπαντασ τοὺσ ἐκ τῆσ Ἀσίασ, ὀλίγοι τὸν ἀριθμὸν ὄντεσ, τρεῖσ ἐφεξῆσ νύκτασ τε καὶ ἠμέρασ, μέχρι κυκλωθέντεσ δἰ ἑνὸσ ἀνδρὸσ προδοσίαν ἐν ταὐτῷ μένοντεσ κατεκόπησαν·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기