호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
‐ Μὴ γὰρ οὐδὲ εὐσεβὲσ ᾖ τὰ τοιαῦτα περὶ τοῦ μετρίου καὶ πεπαιδευμένου διανοηθῆναί ποτε ἀνδρόσ. ‐ Δ. Οὐκοῦν εἰ μήτε διὰ δόξαν μήτε διὰ χρήματα μήτε δἰ ἡδονὰσ βρώσεων ἢ πόσεων ἢ μίξεων αὑτὸν ἢ ἄλλον οἰέται μακάριον μηδὲ ὅλωσ εἶναί τι τῶν τοιούτων περιμάχητον ἢ τίμιον, οὐκ ἂν διαφέροιτο περὶ αὐτῶν οὐδ̓ ἂν φθονήσειεν οὐδενὶ ἐκείνων, οὐ μᾶλλον ἢ τῆσ ψάμμου τῆσ ἐπὶ τοῖσ αἰγιαλοῖσ ἢ τῶν κυμάτων τοῦ ψόφου τε καὶ ἤχου τοῖσ πρὸσ τῇ θαλάττῃ οἰκοῦσιν·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기