호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
- Μὴ γὰρ οὐδὲ εὐσεβὲς ᾖ τὰ τοιαῦτα περὶ τοῦ μετρίου καὶ πεπαιδευμένου διανοηθῆναί ποτε ἀνδρός.? - Δ. Οὐκοῦν εἰ μήτε διὰ δόξαν μήτε διὰ χρήματα μήτε δἰ ἡδονὰς βρώσεων ἢ πόσεων ἢ μίξεων αὑτὸν ἢ ἄλλον οἰέται μακάριον μηδὲ ὅλως εἶναί τι τῶν τοιούτων περιμάχητον ἢ τίμιον, οὐκ ἂν διαφέροιτο περὶ αὐτῶν οὐδ᾿ ἂν φθονήσειεν οὐδενὶ ἐκείνων, οὐ μᾶλλον ἢ τῆς ψάμμου τῆς ἐπὶ τοῖς αἰγιαλοῖς ἢ τῶν κυμάτων τοῦ ψόφου τε καὶ ἤχου τοῖς πρὸς τῇ θαλάττῃ οἰκοῦσιν:
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기