호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
μὴ οὖν, ὦ Ἀθηναῖοι, τὴν τίμησιν ὑπὲρ τῶν γεγενημένων μόνον ὑπὸ Φιλοκλέους ἀδικημάτων ἡγεῖσθε μέλλειν ποιεῖσθαι, ἀλλὰ καὶ ὑπὲρ τῶν ἄλλων ὧν ἂν ἔπραξεν οὗτος κύριος γενόμενος. καὶ τοῖς μὲν θεοῖς ἔχετε χάριν ὑπὲρ τοῦ μὴ παθεῖν τι μεῖζον ὑπὸ τούτου δεινόν, ἐγνωκότες τοῦτον οἱό῀ς ἐστιν: ἀξίως δ ὑμῶν αὐτῶν καὶ τῆς τοῦ κρινομένου πονηρίας κολάσατε αὐτόν:
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기