호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καὶ ὁ μὲν κοινὸς τῆς πόλεως νόμος, ἐάν τις <ἑνὸς> ἐναντίον τῶν πολιτῶν ὁμολογήσας τι παραβῇ τοῦτον ἔνοχον εἶναι κελεύει τῷ ἀδικεῖν: ὁ δὲ πάντας Ἀθηναίους ἐξηπατηκώς, καὶ προδοὺς τὴν πίστιν ἣν παρ ὑμῶν οὐκ ἄξιος ὢν ἔλαβε, καὶ τὸ καθ αὑτὸν μέρος ἅπαντ ἀνατετροφὼς τὰ ἐν τῇ πόλει, οὗτος ἐπὶ τὴν ἀπολογίαν ἥκειν φήσει τὴν ὑπὲρ τῆς αἰτίας τῆς εἰς αὑτὸν γεγενημένης·
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기