호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὧν οὐδὲν ἂν ἔχοι δεῖξαι συμβεβηκὸς Ἀριστογείτων αὑτῷ. ἀντὶ μὲν γὰρ τοῦ γονέας εὖ ποιεῖν κακῶς οὗτος τὸν ἑαυτοῦ πατέρα πεποίηκεν: ὅτε δ ὑμεῖς ἐστρατεύεσθε πάντες, οὗτος ἦν ἐν τῷ δεσμωτηρίῳ: τοσοῦτον δ ἀπολέλοιπε τοῦ πατρὸς μνῆμά τι ἔχειν, ὦ Ἀθηναῖοι, δεῖξαι, ὥστ οὐδ ἐν Ἐρετρίᾳ τοῦ πατρὸς αὐτοῦ τελευτήσαντος ἐκεῖ τὰ νομιζόμενα ἐποίησεν αὐτῷ: τῶν δ ἄλλων Ἀθηναίων εἰσφερόντων ἐκ τῶν ἰδίων, οὗτος οὐδὲ τῶν δημοσίων καὶ ὧν ὦφλε τὸ ἀργύριον ἅπαν ἐκτέτεικεν.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기