호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὧν οὐδὲν ἂν ἔχοι δεῖξαι συμβεβηκὸσ Ἀριστογείτων αὑτῷ. ἀντὶ μὲν γὰρ τοῦ γονέασ εὖ ποιεῖν κακῶσ οὗτοσ τὸν ἑαυτοῦ πατέρα πεποίηκεν· ὅτε δ’ ὑμεῖσ ἐστρατεύεσθε πάντεσ, οὗτοσ ἦν ἐν τῷ δεσμωτηρίῳ· τοσοῦτον δ’ ἀπολέλοιπε τοῦ πατρὸσ μνῆμά τι ἔχειν, ὦ Ἀθηναῖοι, δεῖξαι, ὥστ’ οὐδ’ ἐν Ἐρετρίᾳ τοῦ πατρὸσ αὐτοῦ τελευτήσαντοσ ἐκεῖ τὰ νομιζόμενα ἐποίησεν αὐτῷ· τῶν δ’ ἄλλων Ἀθηναίων εἰσφερόντων ἐκ τῶν ἰδίων, οὗτοσ οὐδὲ τῶν δημοσίων καὶ ὧν ὦφλε τὸ ἀργύριον ἅπαν ἐκτέτεικεν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기