- 텍스트

Dinarchus, Speeches, Κατὰ Ἀριστογείτονος? 3:

(디나르코스, 연설, Κατὰ Ἀριστογείτονος 3:)

τούτῳ μέν γε καινὸν οὐδὲν οὐδὲ δεινόν, ἐὰν ἁλῶ, συμβήσεται: καὶ γὰρ θανάτου ἄξια πολλὰ πρότερον ἕτερα διαπέπρακται, καὶ ἐν τῷ δεσμωτηρίῳ πλείω χρόνον ἢ ἔξω διατέτριφε, καὶ ὀφείλων τῷ δημοσίῳ κατὰ τῶν ἐπιτίμων γέγραφεν οὐκ ἐξὸν αὐτῷ, καὶ ἕτερα πολλὰ καὶ δεινὰ πεποίηκε, περὶ ὧν ὑμεῖς ἀκριβέστερον ἐμοῦ γιγνώσκετε: τῇ δὲ βουλῇ τὸ δόξαι ψευδῆ κατ Ἀριστογείτονος ἀποφαίνειν καὶ τοῦτον ἐκείνης παρ ὑμῖν ὑποληφθῆναι δικαιότερα λέγειν τῶν αἰσχίστων καὶ δεινοτάτων ἐστίν.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION