호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
πῶς ὁμονοήσομεν ἅπαντες ὑπὲρ τῶν κοινῇ συμφερόντων, ὅταν οἱ ἡγεμόνες καὶ οἱ δημαγωγοὶ χρήματα λαμβάνοντες προϊῶνται τὰ τῆς πατρίδος συμφέροντα, καὶ ὑμεῖς μὲν καὶ ὁ δῆμος ἅπας κινδυνεύῃ περὶ τοῦ ἐδάφους τοῦ τῆς πόλεως καὶ τῶν ἱερῶν τῶν πατρῴων καὶ παίδων καὶ γυναικῶν, οἱ δὲ διηλλαγμένοι πρὸς αὐτοὺς ἐν μὲν ταῖς ἐκκλησίαις λοιδορῶνται καὶ προσκρούωσιν ἀλλήλοις ἐξεπίτηδες, ἰδίᾳ δὲ ταὐτὰ πράττωσιν ἐξαπατῶντες ὑμᾶς τοὺς ῥᾷστα πειθομένους τοῖς τούτων λόγοις·
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기