호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τότε, ὦ Ἀθηναῖοι, τότε οἱ μὲν πρότερον ὄντεσ λαμπροὶ διὰ τοὺσ ἡγεμόνασ Λακεδαιμόνιοι καὶ ὑπὸ τοῖσ ἐκείνων ἤθεσι τραφέντεσ ταπεινοὶ πρὸσ τὴν πόλιν ἡμῶν ἧκον, δεόμενοι τῆσ παρὰ τῶν προγόνων ἡμῶν σωτηρίασ, ὁ δὲ καταλυθεὶσ ὑπ’ ἐκείνων δῆμοσ διὰ τοὺσ τότε γενομένουσ παρ’ ἡμῖν συμβούλουσ πάλιν ἡγεμὼν ἦν τῶν Ἑλλήνων, δικαίωσ οἶμαι, στρατηγῶν μὲν τοιούτων τετυχηκὼσ οἱών εἶπον ἀρτίωσ, συμβούλουσ δ’ ἔχων Ἀρχῖνον καὶ Κέφαλον τὸν Κολλυτέα. μία γὰρ αὕτη σωτηρία καὶ πόλεωσ καὶ ἔθνουσ ἐστί, τὸ προστατῶν ἀνδρῶν ἀγαθῶν καὶ συμβούλων σπουδαίων τυχεῖν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기