호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
θεωρήσατε δὴ πάλιν καὶ ἐπὶ τῆς ἡμετέρας πόλεως, τὸν αὐτὸν τρόπον ἐξετάσαντες. ἡ πόλις ἡμῶν ἦν μεγάλη καὶ ἔνδοξος παρὰ τοῖς Ἕλλησι καὶ τῶν προγόνων ἀξία, μετά γε τὰς ἀρχαίας ἐκείνας πράξεις, ὅτε Κόνων, ὡς οἱ πρεσβύτεροι λέγουσιν, ἐνίκησε τὴν ἐν Κνίδῳ ναυμαχίαν, ὅτ Ἰφικράτης ἀνεῖλε τὴν Λακεδαιμονίων μόραν, ὅτε Χαβρίας ἐν Νάξῳ κατεναυμάχησε τὰς Λακεδαιμονίων τριήρεις, ὅτε Τιμόθεος τὴν ἐν Κερκύρᾳ ναυμαχίαν ἐνίκησε.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기