호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἡ βουλή, ὦ ἄνδρες, ζητεῖ τὰ προσταχθένθ ὑφ ὑμῶν καὶ τὰ γεγενημένα παρ αὑτοῖς ἀδικήματ οὐχ ὡς ὑμεῖς - καί μοι μὴ ὀργισθῆτε - δικάζειν ἐνίοτε εἴθισθε, τῇ σῇ γνώμῃ πλέον ἢ τῷ δικαίῳ ἀπονέμοντες, ἀλλ ἁπλῶς τὸν ἔνοχον ὄντα τοῖς ζητουμένοις <ἀποφαίνει> καὶ τὸν ὁποιονοῦν ἠδικηκότα <παρὰ> τὰ πάτρια, νομίζουσα τὸν ἐν τοῖς μικροῖς συνεθιζόμενον ἀδικεῖν τοῦτον τὰ μεγάλα τῶν ἀδικημάτων εὐχερέστερον προσδέξεσθαι.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기