호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐπιωρκηκὼς μὲν τὰς σεμνὰς θεὰς ἐν Ἀρείῳ πάγῳ καὶ τοὺς ἄλλους θεοὺς οὓς ἐκεῖ διόμνυσθαι νόμιμόν ἐστι, κατάρατος δὲ καθ ἑκάστην ἐκκλησίαν γιγνόμενος, ἐξεληλεγμένος δῶρα κατὰ τῆς πόλεως εἰληφώς, ἐξηπατηκὼς δὲ καὶ τὸν δῆμον καὶ τὴν βουλὴν παρὰ τὴν ἀράν, καὶ ἕτερα μὲν λέγων ἕτερα δὲ φρονῶν, ἰδίᾳ δὲ συμβεβουλευκὼς Ἀριστάρχῳ δεινὰς καὶ παρανόμους συμβουλάς, ἀνθ ὧν - εἴπερ ἐστί που δικαία τιμωρία κατὰ τῶν ἐπιόρκων καὶ πονηρῶν, ὥσπερ ἔστι - δώσει δίκην οὗτος ἐν τῇ τήμερον ἡμέρᾳ. ἀκούσατ, ἄνδρες δικασταί, τῆς ἀρᾶς. Ἀρά ἀλλ ὅμως, ἄνδρες δικασταί, οὕτω Δημοσθένης τῷ ψεύδεσθαι καὶ μηδὲν ὑγιὲς λέγειν ἑτοίμως χρῆται, καὶ οὔτ αἰσχύνης οὔτ ἐλέγχου οὔτ ἀρᾶς οὐδὲν αὐτῷ μέλει, ὥστε καὶ περὶ ἐμοῦ τολμήσει λέγειν, ὡς ἀκούω, ὡς ἄρα κἀμοῦ κατέγνω πρότερον ἡ βουλή:
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기