호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
εἴπατέ μοι πρὸς Διός, ὦ ἄνδρες, προῖκα τοῦτον οἰέσθε γράψαι Διφίλῳ τὴν ἐν πρυτανείῳ σίτησιν, καὶ τὴν εἰς τὴν ἀγορὰν ἀνατεθησομένην εἰκόνα· ἢ τὸ ποιῆσαι πολίτας ὑμετέρους Χαιρέφιλον καὶ Φείδωνα καὶ Πάμφιλον καὶ Φείδιππον, ἢ πάλιν Ἐπιγένην καὶ Κόνωνα τοὺς τραπεζίτας· ἢ τὸ χαλκοῦς ἐν ἀγορᾷ στῆσαι Βηρισάδην καὶ Σάτυρον καὶ Γόργιππον τοὺς ἐκ τοῦ Πόντου τυράννους, παρ ὧν αὐτῷ χίλιοι μέδιμνοι τοῦ ἐνιαυτοῦ πυρῶν ἀποστέλλονται τῷ οὐδ ὅποι καταφύγῃ αὐτίκα φήσοντι εἶναι·
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기