- 텍스트

Dinarchus, Speeches, Κατὰ Δημοσθένους? 41:

(디나르코스, 연설, Κατὰ Δημοσθένους 41:)

τί οὖν· ἐν τούτοις τοῖς καιροῖς Δημοσθένης τίς ἦν, ὁ τοῦ συμβουλεῦσαι καὶ γράψαι κύριος καὶ φήσων αὐτίκα δὴ μισεῖν τὰ καθεστῶτα πράγματα· ἐῶ γὰρ τοὺς ἄλλους κινδύνους. ἔγραψάς τι περὶ τούτων [κινδύνων]· συνεβούλευσας· ἐπόρισας χρήματα· μικρόν τι χρήσιμος ἐγένου τοῖς ὑπὲρ τῆς κοινῆς σωτηρίας πράττουσιν· οὐδ ὁτιοῦν, ἀλλὰ περιῄεις κατασκευάζων λογοποιούς, καὶ παρ αὑτῷ γράφων ἐπιστολήν, καὶ καταισχύνων τὴν τῆς πόλεως δόξαν, ἐκ τῶν δακτύλων ἀναψάμενος περιεπορεύετο, τρυφῶν ἐν τοῖς τῆς πόλεως κακοῖς, καὶ ἐπὶ φορείου κατακομιζόμενος τὴν εἰς Πειραιᾶ ὁδόν, καὶ τὰς τῶν πενήτων ἀπορίας ὀνειδίζων.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION