호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὑμεῖς ἔσθ οἱ διὰ πολλῷ τῶν ὑπὸ τούτου πεπραγμένων ἀδικημάτων ἐλάττω μεγάλας καὶ ἀπαραιτήτους ἐνίοις ἐπιτεθηκότες τιμωρίας. ὑμεῖς Μένωνα μὲν τὸν μυλωθρὸν ἀπεκτείνατε, διότι παῖδ ἐλεύθερον ἐκ Πελλήνης ἔσχεν ἐν τῷ μυλῶνι: Θεμίστιον δὲ τὸν Ἀφιδναῖον, διότι τὴν Ῥοδίαν κιθαρίστριαν ὕβρισεν Ἐλευσινίοις, θανάτῳ ἐζημιώσατε, Εὐθύμαχον δέ, διότι τὴν Ὀλυνθίαν παιδίσκην ἔστησεν ἐπ οἰκήματος.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기