호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τούτων ὡσ ἐδόκει τῷ δήμῳ καλῶσ καὶ συμφερόντωσ πεπραγμένων, αἰτίαι νῦν καὶ προκλήσεισ καὶ συκοφαντίαι παρὰ Δημοσθένουσ ἥκουσιν, ἐπειδὴ οὗτοσ ἀποπέφανται εἴκοσι τάλαντα ἔχων χρυσίου· καὶ ἡ τῶν ἐκ προνοίασ φόνων ἀξιόπιστοσ οὖσα βουλὴ τὸ δίκαιον καὶ τἀληθὲσ εὑρεῖν, καὶ κυρία δικάσαι τε περὶ τοῦ σώματοσ καὶ τῆσ ψυχῆσ ἑκάστου τῶν πολιτῶν, καὶ τοῖσ μὲν βιαίῳ θανάτῳ τετελευτηκόσι βοηθῆσαι, τοὺσ δὲ παράνομόν τι τῶν ἐν τῇ πόλει διαπεπραγμένουσ ἐκβαλεῖν ἢ θανάτῳ ζημιῶσαι, νῦν ἐπὶ τοῖσ κατὰ Δημοσθένουσ ἀποπεφασμένοισ χρήμασιν ἄκυροσ ἔσται τοῦ δικαίου;

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기