호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Κυανόπρῳρα μὲν ναῦς μενέκτυπον Θησέα δὶς ἑπτά τ ἀγλαοὺς ἄγουσα κούρους Ιαὄνων Κρητικὸν τάμνε πέλαγος: τηλαυγέϊ γὰρ [ἐν] φάρεϊ βορήϊαι πίτνον αὖραι κλυτᾶς ἕκατι π[ο]λεμαίγιδος Ἀθάνας: κνίσεν τε Μίνωϊ κέαρ ἱμεράμπυκος θεᾶς Κύπριδος αἰνὰ δῶρα: χεῖρα δ οὐκέτι παρθενικᾶς ἄτερθ ἐράτυεν, θίγεν δὲ λευκᾶν παρηΐδων: βόασέ τ Ἐρίβοια χαλκο- θώρακα Πανδίονος ἔκγονον: ἴδεν δὲ Θησεύς, μέλαν δ ὑπ ὀφρύων δίνασεν ὄμμα, καρδίαν τέ ϝοι σχέτλιον ἄμυξεν ἄλγος, εἶρέν τε: Διὸς υἱὲ φερτάτου, ὅσιον οὐκέτι τεᾶν ἔσω κυβερνᾷς φρενῶν θυμόν: ἴσχε μεγαλοῦχον ἡρ´ως βίαν. ὅ τι μὲν ἐκ θεῶν μοῖρα παγκρατὴς ἄμμι κατένευσε καὶ Δίκας ῥέπει τά- λαντον, πεπρωμέναν αἶσαν ἐκπλήσομεν, ὅταν ἔλθῃ:
σὺ δὲ βαρεῖαν κάτε- χε μῆτιν. εἰ καί σε κεδνὰ τέκεν λέχει Διὸς ὑπὸ κρόταφον Ἴδας μιγεῖσα Φοίνικος ἐρα- τώνυμος κόρα βροτῶν φέρτατον, ἀλλὰ κἀμὲ Πιτθέος θυγάτηρ ἀφνεοῦ πλαθεῖσα ποντίῳ τέκεν Ποσειδᾶνι, χρύσεον τέ ϝοι δόσαν ἰόπλοκοι κάλυμμα Νηρηΐδες. τῶ σε, πολέμαρχε Κνωσίων, κέλομαι πολύστονον ἐρύκεν ὕβριν: οὐ γὰρ ἂν θελοι- μ ἀμβρότου ἐραννὸν Αοὖς ἰδεῖν φάος, ἐπεί τιν ἠϊθέων σὺ δαμάσειας ἀέκον- τα: πρόσθε χειρῶν βίαν δείξομεν: τὰ δ ἐπιόντα δαίμων κρινεῖ. τός εἶ]πεν ἀρέταιχμος ἡρ´ως:
τάφον δὲ ναυβάται φωτὸς] ὑπεράφανον θάρσος: Ἁλίου τε γαμβρῷ χολώ[σατ ἦτορ, ὕφαινέ τε ποταινίαν μῆτιν, εἶπέν τε: μεγαλοσθενὲς Ζεῦ πάτερ, ἄκουσον: εἴπερ μ[ε κούρ]α Φοίνισσα λευκώλενος σοὶ τέκε, νῦν πρόπεμπ ἀπ οὐρανοῦ θ[οὰν πυριέθειραν ἀστραπὰν σᾶμ ἀρίγνωτον: εἰ δὲ καὶ σὲ Τροιζηνία σεισίχθονι φύτευσεν Αἴθρα Ποσει- δᾶνι, τόνδε χρύσεον χειρὸς ἀγλαὸν ἔνεγκε κόσμον <ἐκ> βαθείας ἁλός, δικὼν θράσει σῶμα πατρὸς ἐς δόμους. εἴσεαι δ αἴ κ ἐμᾶς κλύῃ Κρόνιος εὐχᾶς ἀναξιβρόντας ὁ πάντων μεδέων. κλύε δ ἄμετρον εὐχὰν μεγασθενὴς Ζεύς, ὑπέροχόν τε Μίνωϊ φύτευσε τιμὰν φίλῳ θέλων παιδὶ πανδερκέα θέμεν, ἄστραψέ θ:
ὁ δὲ θυμάρμενον ἰδὼν τέρας πέτασε χεῖρας κλυτὰν ἐς αἰθέρα μενεπτόλεμος ἡρ´ως, εἶρέν τε: Θησεῦ, <σὺ> τάδε μὲν βλέπεις σαφῆ Διὸς δῶρα: σὺ δ ὄρνυ ἐς βα- ρύβρομον πέλαγος: Κρονίδας δέ τοι πατὴρ ἄναξ τελεῖ Ποσειδὰν ὑπέρτατον κλέος χθόνα κατ ἠΰδενδρον. ὣς εἶπε: τῷ δ οὐ πάλιν θυμὸς ἀνεκάμπτετ, ἀλλ εὐ- πάκτων ἐπ ἰκρίων σταθεὶς ὄρουσε, πόντιόν τέ νιν δέξατο θελημὸν ἄλσος. τά[φ]εν δὲ Διὸς υἱὸς ἔνδοθεν κέαρ, κέλευσέ τε κατ οὖ- ρον ἴσχεν εὐδαίδαλον νᾶα: μοῖρα δ ἑτέραν ἐπόρσυν ὁδόν. ἱέτο δ ὠκύπομπον δόρυ:
ἄπιστον ὅ τι δαίμονες θέωσιν οὐδὲν φρενοάραις βροτοῖς: σόει νιν βορεὰς ἐξόπιν πνέους ἀήτα: τρέσσαν δ Ἀθαναίων ἠϊθέων < πᾶν > γένος, ἐπεὶ ἡρ´ως θόρεν πόντονδε, κα- τὰ λειρίων τ ὀμμάτων δά- κρυ χέον, βαρεῖαν ἐπιδέγμενοι ἀνάγκαν: φέρον δὲ δελφῖνες ἁλι- ναιέται μέγαν θοῶς Θησέα πατρὸς ἱππί- ου δόμον, μέγαρόν τε θεῶν μόλεν: τόθι κλυτὰς ἰδὼν ἔδεις ὀλβίοιο Νη- ρέος κόρας: ἀπὸ γὰρ ἀγλα- ῶν λάμπε γυίων σέλας ὧτε πυρός, ἀμφὶ χαίταις δὲ χρυσεόπλοκοι δίνηντο ταινίαι: χορῷ δ ἔτερ- πον κέαρ ὑγροῖσι ποσσίν: σεμνάν τε πατρὸς ἄλοχον φίλαν ἴδε βοῶπιν ἐρατοῖ- σιν Ἀμφιτρίταν δόμοις: ἅ νιν ἀμφέβαλεν αἰόλαν πορφύραν, κόμαισί τ ἐπέθηκεν οὔλαις ἀμεμφέα πλόκον, τόν ποτέ ϝοι ἐν γάμῳ δῶκε δόλιος Ἀφροδίτα ῥόδοις ἐρεμνόν. νᾶα παρὰ λεπτόπρυμνον φάνη:
φεῦ, οἱαίσιν ἐν φροντίσι Κνώσιον ἔσχασεν στραταγέταν, ἐπεὶ μόλ ἀδίαντος ἐξ ἁλὸς θαῦμα πάντεσσι, λάμ- πε δ ἀμφὶ γυίοις θεῶν δῶρ, ἀγλαό- θρονοί τε κοῦραι σὺν εὐ- θυμία νεοκτίτῳ ὠλόλυξαν, ἔ- κλαγεν δὲ πόντος: ἠΐθεοι δ ἐγγύθεν νέοι παιάνιξαν ἐρατᾷ ϝοπί. Δάλιε, χοροῖσι Κηΐων φρένα ἰανθεὶς ὄπαζε θεόπομπον ἐσθλῶν τύχαν.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기