- 텍스트

Bacchylides, Οδες ῾Γρεεκ᾿?, dithyrambs, ode 16 [Ἡρακλῆς]

(바킬리데스, Οδες ῾Γρεεκ᾿, dithyrambs, ode 16 [Ἡρακλῆς])

Πυθ]ίου [ἔπ εἶμ], ἐπεὶ ὁλκ]άδ ἔπεμψεν ἐμοὶ χρυσέαν Πιερ]ίαθε[ν ἐΰθ]ρονος Οὐρανία, πολυφ]άτων γέμουσαν ὕμνων ! ! ! ! ! ]ν; εἴτ ἄρ ἐπ ἀνθεμόεντι Ἕβρῳ ! ! ! ! ! ἀ]γάλλεται ἢ δολιχαύχενι κύκνῳ, ὀπὶ ἁ]δεΐᾳ φρένα τερπόμενος, ! ! ! ! ! ! ]δ ἵκῃ παιηόνων ἄνθεα πεδοιχνεῖν, Πύθι Ἄπολλον, τόσα χοροὶ Δελφῶν σὸν κελάδησαν παρ ἀγακλέα ναόν. πρίν γε κλέομεν λιπεῖν Οἰχαλίαν πυρὶ δαπτομέναν Ἀμφιτρυωνιάδαν θρασυμηδέα φῶ- θ, ἵκετο δ ἀμφικύμον ἀκτάν:

ἔνθ ἀπὸ λαΐδος εὐρυνεφεῖ Κηναίῳ Ζηνὶ θύεν βαρυαχέας ἐννέα ταύρους δύο τ ὀρσιάλῳ δαμασίχθονι μέλ- λε κόρᾳ τ ὀβριμοδερκεῖ ἄζυγα παρθένῳ Ἀθάνᾳ ὑψικέραν βοῦν. τότ ἄμαχος δαίμων Δαϊανείρᾳ πολύδακρυν ὕφανε μῆτιν ἐπίφρον, ἐπεὶ πύθετ ἀγγελίαν ταλαπενθέα, Ιὄλαν ὅτι λευκώλενον Διὸς υἱὸς ἀταρβομάχας ἄλοχον λιπαρὸ[ν π]οτὶ δόμον πέμποι. ἆ δύσμορος, ἆ τάλαιν, οἱο῀ν ἐμήσατο:

φθόνος εὐρυβίας νιν ἀπώλεσεν, δνόφεόν τε κάλυμμα τῶν ὕστερον ἐρχομένων, ὅτ ἐπὶ ῥοδόεντι Λυκόρμᾳ δέξατο Νέσσου πάρα δαιμόνιον τέρ[ας.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION