호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Πλάτων Εὐρώπῃ :? ἁλιευόμενός ποτ αὐτὸν εἷλον ἀνδράχνῃ μετὰ πρημνάδων κἄπειτ ἀφῆχ ὅτι ἦν βόαξ. ὁμοίως δὲ καὶ Ἀριστοτέλης ἐν πέμπτῳ ζῴων μορίων ἐν δὲ τῷ ἐπιγραφομένῳ περὶ ζωικῶν τριχίδα. τῶν δὲ λεγομένων ἐσθ ὅτι ἥδεται ὀρχήσει καὶ ᾠδῇ καὶ ἀκούσασα ἀναπηδᾷ ἐκ τῆς θαλάσσης, τῶν δ ἐριτίμων μέμνηται Δωρίων ἐν τῷ περὶ ἰχθύων λέγων κατὰ τὸ αὐτὸ ποιεῖν ταῖς χαλκίσιν, ἡδεῖς δ εἶναι τὰς ἐν ὑποτρίμματι. "γαλῆν, σμαρίδα, ἢν ἔνιοι καλοῦσι κυνὸς εὐναί, χαλκίδας, ἃς καλοῦσι καὶ σαρδίνους, ἐριτίμους, ἱέρακα, χελιδόνα.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기