호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τὴν κεφαλὴν δ αὐτοῦ μόνον ὠνοῦ καὶ μετ ἐκείνης οὐραῖον τὰ δὲ λοιπὰ δόμον, φίλε, μηδ ἐσενέγκῃς.? μνημονεύει τοῦ φάγρου καὶ Στράττις ἐν Λημνομέδᾳ: πολλοὺς ἥδη μεγάλους τε φάγρους ἐγκάψας. καὶ ἐν Φιλοκτήτῃ: κᾆτ εἰς ἀγορὰν ἐλθόντες ἁδροὺς ὀψωνοῦσιν μεγάλους τε φάγρους καὶ Κωπᾴδων ἁπαλῶν τεμάχη στρογγυλοπλεύρων. ἐστὶ δὲ καὶ γένος λίθου φάγρος.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기