호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
υκαι.? καὶ τὸν ὕκην Καλλίμαχος ἐν ἐπιγράμμασιν ἱερὸν ἰχθὺν καλεῖ διὰ τούτων θεὸς δὲ οἱ ἱερὸς ὕκης. Νουμήνιος δ ἐν Ἁλιευτικῷ : ἢ σπάρον ἢ ὕκας ἀγεληίδας ἢ ἐπὶ φάγρον πέτρῃ ἀλωόμενον. Τίμαιος δ ἐν τῇ ιγ τῶν ἱστοριῶν περὶ τοῦ Σικελικοῦ πολιχνίου λέγω δὲ τῶν Ὑκάρων διαλεγόμενος προσαγορευθῆναί φησι τὸ πολίχνιον διὰ τὸ τοὺς πρώτους τῶν ἀνθρώπων ἐλθόντας ἐπὶ τὸν τόπον ἰχθῦς εὑρεῖν τοὺς καλουμένους ὕκας καὶ τούτους ἐγκύους : δι οὓς οἰωνισαμένους Ὕκαρον ὀνομάσαι τὸ χωρίον. Ζηνόδοτος δέ φησι Κυρηναίους τὸν ὕκην ἐρυθρῖνον καλεῖν. Ἕρμιππος δὲ ὁ Σμυρναῖος ἐν τοῖς περὶ Ἱππώνακτος ὕκην ἀκούει τὴν ἰουλίδα: εἶναι δ αὐτὴν δυσθήρατον, διὸ καὶ Φιλίταν φάναι:
οὐδ ὕκης ἰχθὺς ἔσχατος ἐξέφυγε.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기