- 텍스트

Athenaeus, The Deipnosophists, Book 7, book 7, chapter 131

(아테나이오스, The Deipnosophists, Book 7, book 7, chapter 131)

ὑε῀ς.? Ἐπίχαρμος ἐν Ἥβας γάμῳ: ἦν δ ὑαινίδες τε βούγλωσσοί τε καὶ κίθαρος ἐνῆς. λέγει δέ τινας καὶ ὑάς διὰ τούτων χαλκίδες θ ὑές τε ἱέρακές τε χὠ πίων κύων, εἰ μὴ ἄρα οὗτοι οἱ αὐτοί εἰσι τῷ κάπρῳ. Νουμήνιος δ ἐν τῷ Ἁλιευτικῷ ἄντικρυς ὑαίνάν τινα καταριθμεῖται ἐν τούτοις: κανθαρίδα προφανεῖσαν ὑαίνάν τε τρίγλην τε. καὶ Διονύσιος δ ἐν Ὀψαρτυτικῷ τῆς ὑαίνης μνημονεύει. Ἀρχέστρατος δ ὁ ὀψοδαίδαλος: ἐν δ Αἴνῳ καὶ τῷ Πόντῳ τὴν ὗν ἀγόραζε, ἣν καλέουσί τινες θνητῶν ψαμμῖτιν ὀρυκτήν. τούτου τὴν κεφαλὴν ἕψειν μηδὲν προσενεγκὼν ἥδυσμ, ἀλλ ἐς ὕδωρ μόνον ἐνθεὶς καὶ θαμὰ κινῶν ὕσσωπον παράθες τρίψας, κἂν ἄλλο τι χρῄζῃς, δριμὺ διεὶς ὄξος: κᾆτ ἔμβαπτ εὖ καὶ ἐπείγου οὕτως ὡς πνίγεσθαι ὑπὸ σπουδῆς καταπίνων.

τὴν λοφιὰν δ ὀπτᾶν αὐτῆς καὶ τἄλλα τὰ πλεῖστα. μήποτ οὖν καὶ ὁ Νουμήνιος ἐν τῷ Ἁλιευτικῷ τὴν ὗν ψαμαθῖδα καλεῖ ἐπὰν λέγῃ: ἄλλοτε καρχαρίην, ὁτὲ δὲ ῥόθιον ψαμαθῖδα.?

상위

The Deipnosophists, Book 7

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION