호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἀναπτυχθεὶς δὲ κοιλίαν ἔχει ὁμοίαν ταῖς ὑείαις.? ἐν δὲ ε μορίων βραχύβιά φησιν εἶναι τὸν τεῦθον καὶ τὴν σηπίαν, Ἀρχέστρατος δ ὁ πᾶσαν γῆν καὶ θάλασσαν διὰ γαστριμαργίαν περιελθών φησι: τευθίδες ἐν Δίῳ τῷ Πιερικῷ παρὰ χεῦμα Βαφύρα: καὶ ἐν Ἀμβρακίᾳ παμπληθέας ὄψει. Ἄλεξις δὲ ἐν Ἐρετρικῷ τάδε ποιεῖ λέγοντα μάγειρον τευθίδες, σπίναι, βατίς, χῆμος, ἀφύαι, κρεᾴδι, ἐντερίδια:?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기