- 텍스트

Athenaeus, The Deipnosophists, Book 7, book 7, chapter 127

(아테나이오스, The Deipnosophists, Book 7, book 7, chapter 127)

ἐὰν δ ἐναποπνιγῇ τρίγλη ζῶσα ἐν οἴνῳ καὶ τοῦτο ἀνήρ πίῃ, ἀφροδισιάζειν οὐ δυνήσεται, ὡς Τερψικλῆς ἱστορεῖ ἐν τῷ περὶ ἀφροδισίων, κἂν γυνὴ δὲ πίῃ τοῦ αὐτοῦ οἴνου, οὐ κυίσκεται.? ὁμοίως δὲ οὐδὲ ὄρνις, ὁ δὲ πολυίστωρ Ἀρχέστρατος ἐπαινέσας τὰς κατὰ Τειχιοῦντα τῆς Μιλησίας τρίγλας ἑξῆς φησι: κἀν Θάσῳ ὀψώνει τρίγλην κου χείρονα λήψῃ ταύτης: ἐν δὲ Τέῳ χείρω, κεδνὴ δὲ καὶ αὐτή: ἐν δ Ἐρυθραῖς ἀγαθὴ θηρεύεται αἰγιαλῖτις. Κρατῖνος δ ἐν Τροφωνίῳ φησὶν οὐδ Αἰξωνίδ ἐρυθρόχρων ἐσθίειν ἔτι τρίγλην οὐδὲ τρυγόνος οὐδὲ δεινοῦ φυὴν μελανούρου. Ναυσικράτης δ ὁ κωμῳδιοποιὸς ἐπαινεῖ τὰς Αἰξωνικὰς τρίγλας ἐν Ναυκλήροις λέγων οὕτως: μετ αὐτῶν δ εἰσὶν ἐκπρεπεῖς φύσιν αἱ ξανθοχρῶτες, αἷς κλύδων Αἰξωνικὸς πασῶν ἀρίστας ἐντόπους παιδεύεται: αἷς καὶ θεὰν τιμῶσι φωσφόρον κόρην, δείπνων ὅταν πέμπωσι δῶρα ναυτίλοι.

β. τρίγλας λέγεις.?

상위

The Deipnosophists, Book 7

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION