호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Πλάτων δ ἐν Φάωνί φησι:? τρίγλη δ οὐκ ἐθέλει νεύρων ἐπιήρανος εἶναι: παρθένου Ἀρτέμιδος γὰρ ἔφυ καὶ στύματα μισεῖ, τῇ δὲ Ἑκάτῃ ἀποδίδοται ἡ τρίγλη διὰ τὴν τῆς ὀνομασίας κοινότητα: τριοδῖτις γὰρ καὶ τρίγληνος, καὶ ταῖς τριακάσι δ αὐτῇ τὰ δεῖπνα φέρουσι. κατὰ τὸ παραπλήσιον δ οἰκειοῦσιν Ἀπόλλωνι μὲν κίθαρον, Ἑρμῇ δὲ βόακα, Διονύσῳ δὲ κιττὸν καὶ Ἀφροδίτῃ φαλαρίδα, ὡς Ἀριστοφάνης ἐν Ὄρνισι, κατὰ συνέμφασιν τοῦ φαλλοῦ. καὶ τὴν νῆτταν δὲ καλουμένην Ποσειδῶνί τινες οἰκειοῦσι. καὶ τὸν θαλάττιον γόνον, ὃν ἡμεῖς μὲν ἀφύην, ἄλλοι δὲ ἀφρῖτιν ὀνομάζουσιν, οἱ δὲ ἀφρὸν προσφιλέστατον δ εἶναι καὶ τοῦτον Ἀφροδίτῃ διὰ τὸ καὶ αὐτὴν ἐξ ἀφροῦ γεννηθῆναι. Ἀπολλόδωρος δ ἐν τοῖς περὶ θεῶν τῇ Ἑκάτῃ φησὶ θύεσθαι τρίγλην διὰ τὴν τοῦ ὀνόματος οἰκειότητα: τρίμορφος γὰρ ἡ θεός, Μελάνθιος δ ἐν τῷ περὶ τῶν ἐν Ἐλευσῖνι μυστηρίων καὶ τρίγλην καὶ μαινίδα, ὅτι καὶ θαλάττιος ἡ Ἑκάτη. Ἡγήσανδρος δὲ ὁ Δελφὸς τρίγλην παραφέρεσθαι ἐν τοῖς Ἀρτεμισίοις διὰ τὸ δοκεῖν τοὺς θαλασσίους λαγὼς θανασίμους ὄντας θηρεύειν ἐπιμελῶς καὶ καταναλίσκειν.
διόπερ ὡς ἐπ ὠφελείᾳ τῶν ἀνθρώπων τοῦτο ποιοῦσα τῇ κυνηγετικῇ θεῷ ἡ κυνηγέτις ἀνάκειται. γενεᾶτιν δὲ ἔφη τὴν τρίγλην Σώφρων, ἐπεὶ αἱ τὸ γένειον ἔχουσαι ἡδίονές εἰσι μᾶλλον τῶν ἄλλων. Ἀθήνησι δὲ καὶ τόπος τις Τρίγλα καλεῖται, καὶ αὐτόθι ἐστὶν ἀνάθημα τῇ Ἑκάτῃ Τριγλανθίνῃ.
διὸ καὶ Χαρικλείδης ἐν Ἁλύσει φησί δέσποιν Ἑκάτη τριοδῖτι, τρίμορφε, τριπρόσωπε, τρίγλαις κηλευμένα.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기