호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐστὶ δὲ καρχαρόδους, συναγελαστική, παντόστικτος, ἔτι δὲ σαρκοφάγος, τὸ δὲ τρίτον τεκοῦσα ἄγονός ἐστι:? γίνεται γάρ τινα σκωλήκια αὐτῇ ἐν τῇ ὑστέρᾳ ἃ τὸν γόνον τὸν γινόμενον κατεσθίει. ἀπὸ δὲ τοῦ συμβεβηκότος Ἐπίχαρμος ὀνομάζει αὐτὰς κυφὰς ἐν Ἥβας γάμῳ διὰ τούτων ἆγε δὴ τρίγλας τε κυφὰς κἀχαρίστους βαιόνας. Σώφρων δ ἐν τοῖς ἀνδρείοις τριγόλας τινὰς ἐν τούτοις ὀνομάζει: καὶ τριγόλαν τὸν εὐδιαῖον.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기