- 텍스트

Athenaeus, The Deipnosophists, Book 7, book 7, chapter 106

(아테나이오스, The Deipnosophists, Book 7, book 7, chapter 106)

εἰς τὸν ναυτίλον τοῦτον φέρεταί τι Καλλιμάχου τοῦ Κυρηναίου ἐπίγραμμα οὕτως ἔχον κόγχος ἐγώ, Ζεφυρῖτι, πάλαι τέρας.? ἀλλὰ σὺ νῦν με, Κύπρι, Σεληναίης ἄνθεμα πρῶτον ἔχεις, ναυτίλον ὃς πελάγεσσιν ἐπέπλεον, εἰ μὲν ἀῆται, τείνας οἰκείων λαῖφος ἀπὸ προτόνων, εἰ δὲ Γαληναίη, λιπαρὴ θεός, οὖλος ἐρέσσων ποσσί νιν, ὥστ ἔργῳ τοὔνομα συμφέρεται, ἔστ ἔπεσον παρὰ θῖνας Ιοὐλίδας, ὄφρα γένωμαι σοὶ τὸ περίσκεπτον παίγνιον, Ἀρσινόη, μηδέ μοι ἐν θαλάμῃσιν ἔθ, ὡς πάρος εἰμὶ γὰρ ἄπνους, τίκτηται νοτερῆς ὠεόν ἁλκυόνης.?

상위

The Deipnosophists, Book 7

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION