호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
λέγεται δ αὐτῶν τὸν ἄρρενα ἕλκειν αἰδοιῶδές τι ἐν μιᾷ τῶν πλεκτανῶν ἐν ᾗ αἱ δύο μεγάλαι κοτυληδόνες εἰσίν.? εἶναι δὲ τοῦτο νευρῶδες μέχρι εἰς μέσην τὴν πλεκτάνην ἅπαν προσπεφυκός. ἐν δὲ πέμπτῳ μορίων φησὶν Ἀριστοτέλης: "πουλύπους ὀχεύει τοῦ χειμῶνος καὶ τίκτει τῷ ἐάρι. "φωλεύει δὲ περὶ δύο μῆνας, ἐστὶ δὲ πολύγονον τὸ ζῷον. "διαφέρει δὲ ὁ ἄρρην τῆς θηλείας τῷ τε τὴν κεφαλὴν ἔχειν προμηκεστέραν καὶ τὸ καλούμενον ὑπὸ τῶν ἁλιέων αἰδοῖον ἔχειν ἐν τῇ πλεκτάνῃ, ἐπῳάζει δὲ ὅταν τέκῃ: "διὸ καὶ χείριστοί εἰσι κατὰ τὸν χρόνον τοῦτον, ἀποτίκτει δ ὁ μὲν πουλύπους ἢ εἰς θαλάμας ἢ εἰς κεράμιον ἤ τι ἄλλο τοιοῦτο κοῖλον, καὶ μεθ ἡμέρας πεντήκοντα ἐκ τῶν ᾠῶν πουλυπόδια ἐξέρπει ὥσπερ τὰ φαλάγγια πολλά, ὁ δὲ θῆλυς πουλύπους ὁτὲ μὲν ἐπὶ τοῖς ᾠοῖς, ὁτὲ δ ἐπὶ τῷ στόματι προκάθηται τῆς θαλάμης, τὴν πλεκτάνην ἐπέχων.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기