- 텍스트

Athenaeus, The Deipnosophists, Book 7, book 7, chapter 93

(아테나이오스, The Deipnosophists, Book 7, book 7, chapter 93)

μελάνουρος.? περὶ τούτου φησὶ Νουμήνιος ἐν Ἁλιευτικῷ : σκορπίον ἢ πέρκαισι καθηγητὴν μελάνουρον Ἱκέσιος δ αὐτὸν σαργῷ φησιν παραπλήσιον εἶναι, καταδεέστερον δὲ τῇ εὐχυλίᾳ καὶ τῇ εὐστομίᾳ, μικρῶς δὲ παραστύφειν καὶ εἶναι τρόφιμον. μνημονεύει δ αὐτοῦ Ἐπίχαρμος ἐν Ἥβας γάμῳ: ἦν δὲ σαργῖνοί τε μελάνουροί τε. Ἀριστοτέλης δ ἐν τῷ περὶ ζῳικῶν γράφει οὕτως: "ὀρροπυγόστικτοι δὲ τῶν ἰχθύων μελάνουρος καὶ σαργὸς πολύγραμμοί τε καὶ μελανόγραμμοι. ὅμοιον δὲ εἶναι τῷ μελανούρῳ φησὶ Σπεύσιππος ἐν δευτέρῳ Ὁμοίων τὸν καλούμενον ψύρον:

ἐν Νουμήνιος καλεῖ ψόρον οὕτως: : ἢ ψόρον ἢ σάλπας ἢ αἰγιαλῆα δράκοντα.?

상위

The Deipnosophists, Book 7

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION