호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐν δὲ Λημνίαις, ου κρανίον λάβρακος, οὐχὶ κάραβον πρίασθαι, ὡς διαφόρου ὄντος τοῦ τῶν λαβράκων ἐγκεφάλου καθάπερ καὶ τοῦ τῶν γλαύκων, καὶ Εὔβουλος δ ἐν Τιτθαῖς φησι:? μὴ πολυτελῶς, ἀλλὰ καθαρείως: ὅ τι ἂν ᾖ ὁσίας ἕνεκα, σηπίδια ἢ τευθίδια πλεκτάνια μικρά πουλύποδος, νῆστίν τινα, μήτραν, χόρια, πῦον, λάβρακος κρανίον εὐμέγεθες. ὁ δὲ Γαίσων οὗ Ἀρχέστρατος μνημονεύει ἡ Γαισωνὶς λίμνη ἐστὶ μεταξὺ Πριήνης καὶ Μιλήτου ἡνωμένη τῇ θαλάσσῃ, ὡς Νεάνθης ὁ Κυζικηνὸς ἱστορεῖ ἐν τῇ ς τῶν Ἑλληνικῶν. Ἔφορος δ ἐν τῇ πέμπτῃ ποταμὸν εἶναί φησι τὸν Γαίσωνα περὶ Πριήνην, ὃν εἰσρεῖν εἰς λίμνην.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기