호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Πλάτων τε ἐν Εὁρταῖς φησιν ἐξιόντι γὰρ ἁλιεὺς ἀπήντησεν φέρων μοι κεστρέας, ἰχθῦς ἀσίτους καὶ πονηροὺς ἐ`ν γ ἐμοί, σὺ δέ μοι εἰπέ, ὦ Θετταλὸν πάλαισμα Μυρτίλε, διὰ τί οἱ ἰχθύες ὑπὸ τῶν ποιητῶν ἔλλοπες καλοῦνται.? καὶ ὅς: ἤτοι διὰ τὸ ἄφωνοι εἶναι: βούλονται γὰρ κατὰ τὴν ἀναλογίαν ἴλλοπές τινες εἶναι διὰ τὸ εἴργεσθαι φωνῆς. ἐστὶ γὰρ τὸ μὲν ἴλλεσθαι εἴργεσθαι, ἡ δὲ ὀ`ψ φωνή. καὶ γὰρ τοῦτ ἀγνοεῖς ἔλλοψ τις ὤν. ἐγὼ δὲ κατὰ τὸν σοφὸν Ἐπίχαρμον μηδὲν ἀποκρινομένου τοῦ κυνὸς τὰ πρὸ τοῦ δύ ἄνδρες ἔλεγον, εἷς ἐγὼν ἀποχρέω, καὶ φημὶ ἔλλοπες διὰ τὸ εἶναι λεπιδωτοί. λέξω δὲ καὶ μὴ προβληθέντος διὰ τί οἱ Πυθαγορικοὶ τῶν μὲν ἄλλων ἐμψύχων μετρίως ἅπτονται, τινά. δὲ καὶ θύοντες, ἰχθύων μόνων οὐ γεύονται τὸ παράπαν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기