호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καλοῦνται δὲ οἱ κεστρεῖς ὑπό τινων πλῶτες, ὥς φησι Πολέμων ἐν τῷ περὶ τῶν ἐν Σικελίᾳ ποταμῶν, καὶ Ἐπίχαρμος δ ἐν Μούσαις οὕτως αὐτοὺς ὀνομάζει:? αἰολίαι πλῶτές τε κυνόγλωσσοὶ τ, ἐνῆν δὲ σκιαθίδες. ι Ἀριστοτέλης δ ἐν τῷ περὶ ζῴων ἠθῶν καὶ βίων φησὶν ὅτι ζῶσιν οἱ κεστρεῖς κἂν ἀφαιρεθῶσι τὰς κέρκους, ἀπεσθίεται δ ὁ μὲν κεστρεὺς ὑπὸ λάβρακος, ὁ δὲ γόγγρος ὑπὸ μυραίνης. ἐπὶ τῶν δικαιοπραγούντων ἀκούεται, ἐπειδὴ οὐ σαρκοφαγεῖ ὁ κεστρεύς. Ἀναξίλας ἐν Μονοτρόπῳ Μάτωνα τὸν σοφιστὴν ἐπὶ γαστριμαργίᾳ διαβάλλων φησί: τοῦ κεστρέως κατεδήδοκεν τὸ κρανίον ἀναρπάσας Μάτων ἐγὼ δ ἀπόλλυμαι. ὁ δὲ καλὸς Ἀρχέστρατός φησι:
κεστρέα δ Αἰγίνης ἐξ ἀμφιρύτης ἀγόραζε, ἀνδράσι τ ἀστείοισιν ὁμιλήσεις. Διοκλῆς Θαλάττῃ: ἅλλεται δ ὑφ ἡδονῆς κεστρεύς.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기