호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Εὐθύδημοσ δ’ ὁ Ἀθηναῖοσ ἐν τῷ περὶ ταρίχων εἴδη κεστρέων εἶναι κέφαλον καὶ σφηνέα καὶ δακτυλέα. καὶ κεφάλουσ μὲν λέγεσθαι διὰ τὸ βαρυτέραν τὴν κεφαλὴν ἔχειν, σφηνέασ δὲ ὅτι λαγαροὶ καὶ τετράγωνοι, τὰ δὲ τῶν δακτυλέων τὸ πλάτοσ ἔχει ἔλασσον τῶν δυεῖν δακτύλων. θαυμαστοὶ δ’ εἰσὶ τῶν κεστρέων οἱ περὶ Ἄβδηρα ἁλισκόμενοι, ὡσ καὶ Ἀρχέστρατοσ εἴρηκε.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기