- 텍스트

Athenaeus, The Deipnosophists, Book 7, book 7, chapter 71

(아테나이오스, The Deipnosophists, Book 7, book 7, chapter 71)

κίχλαι καὶ κόσσυφοι.? διὰ τοῦ ητα Ἀττικοὶ κίχλην λέγουσι, καὶ ὁ λόγος οὕτως ἔχει. τὰ γὰρ εἰς λα λήγοντα θηλυκὰ πρὸ τοῦ λ ἕτερον λ ἔχει, Σκύλλα, σκίλλα, κόλλα, βδέλλα, ἅμιλλα, ἄμαλλα: τὰ δὲ εἰς λη οὐκέτι, ὁμίχλη, φύτλη, γενέθλη, αἴγλη, τρώγλη, ὁμοίως οὖν καὶ τρίγλη. Κρατῖνος: τρίγλην δ εἰ μὲν ἐδηδοκοίη τένθου τινὸς ἀνδρός. "καλούμενοι μαλακόσαρκοι, κόσσυφοι, κίχλαι, πέρκαι, κωβιοί, φυκίδες, ἀλφηστικός. Νουμήνιος δὲ ἐν Ἁλιευτικῷ: γλαύκους ἢ ὀρφῶν ἔναλον γένος ἠὲ μελάγχρων κόσσυφον ἢ κίχλας ἁλιειδέας.

Ἐπίχαρμος δ ἐν Ἥβας γάμῳ: βαμβραδόνες τε καὶ κίχλαι λαγοὶ δράκοντές τ ἄλκιμοι. "καὶ τὰ μὲν μελανόστικτα, ὥσπερ κόσσυφος, τὰ δὲ ποικιλόστικτα, ὥσπερ κίχλη. Παγκράτης δ ὁ Ἀρκὰς ἐν ἔργοις θαλαττίοις τὴν κίχλην πολλοῖς ὀνόμασί φησι καλεῖσθαι: σαῦρον κικλήσκουσι καὶ αἰολίην, ὀρφίσκον, πιότατον κεφαλῇ.

Νίκανδρος δ ἐν τετάρτῳ Ἑτεροιουμένων φησίν ἢ σκάρον ἢ κίχλην πολυώνυμον.?

상위

The Deipnosophists, Book 7

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION