호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ἀντίγονος δ ὁ Καρύστιος ἐν τῷ περὶ λέξεως τῷ Ποσειδῶνί φησι θύννον θύεσθαι, καθάπερ προείπαμεν.? Ἡρακλέων δ ὁ Ἐφέσιος θύννον τὸν ὄρκυνόν φησι λέγειν τοὺς Ἀττικούς. Σώστρατος δ ἐν δευτέρῳ περὶ ζῴων τὴν πηλαμύδα θυννίδα καλεῖσθαι λέγει, μείζω δὲ γινομένην θύννον, ἔτι δὲ μείζονα ὄρκυνον, ὑπερβαλλόντως δὲ αὐξανόμενον γίνεσθαι κῆτος, μνημονεύει δὲ τοῦ θύννου καὶ Αἰσχύλος λέγων σφύρας δέχεσθαι κἀπιχαλκεύειν μύδρους ὡς ἀστενακτὶ θύννος ὣς ἠνείχετο ἄναυδος.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기