- 텍스트

Athenaeus, The Deipnosophists, Book 7, book 7, chapter 66

(아테나이오스, The Deipnosophists, Book 7, book 7, chapter 66)

Ἀντίγονος δ ὁ Καρύστιος ἐν τῷ περὶ λέξεως τῷ Ποσειδῶνί φησι θύννον θύεσθαι, καθάπερ προείπαμεν.? Ἡρακλέων δ ὁ Ἐφέσιος θύννον τὸν ὄρκυνόν φησι λέγειν τοὺς Ἀττικούς. Σώστρατος δ ἐν δευτέρῳ περὶ ζῴων τὴν πηλαμύδα θυννίδα καλεῖσθαι λέγει, μείζω δὲ γινομένην θύννον, ἔτι δὲ μείζονα ὄρκυνον, ὑπερβαλλόντως δὲ αὐξανόμενον γίνεσθαι κῆτος, μνημονεύει δὲ τοῦ θύννου καὶ Αἰσχύλος λέγων σφύρας δέχεσθαι κἀπιχαλκεύειν μύδρους ὡς ἀστενακτὶ θύννος ὣς ἠνείχετο ἄναυδος. καὶ ἀλλαχοῦ: τὸ σκαιὸν ὄμμα παραβαλὼν θύννου δίκην, ὡς τοῦ θύννου τῷ σκαιῷ ὀφθαλμῷ οὐ βλέποντος, ὡς Ἀριστοτέλης εἴρηκεν. Μένανδρος: ἁλιεῦσι: καὶ θάλαττα βορβορώδης, ἣ τρέφει θύννον μέγαν. καὶ παρὰ Σώφρονι ὁ θυννοθήρας ἐστίν οὓς ἔνιοι θύννους καλοῦσιν, Ἀθηναῖοι δὲ θυννίδας.?

상위

The Deipnosophists, Book 7

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION