- 텍스트

Athenaeus, The Deipnosophists, Book 7, book 7, chapter 65

(아테나이오스, The Deipnosophists, Book 7, book 7, chapter 65)

μετὰ ταῦτα θύννων μεγαλόπλουτ ἐπεισέπλει ὑπογάστρι ὀπτῶν.? Ἀριστοφάνης Λημνίαις: οὐκ ἔγχελυν Βοιωτίαν, οὐ γλαῦκον, οὐχὶ θύννου ὑπογάστριον. Στράττις Ἀταλάντῃ: ὑπογάστριον θύννου τι κἀκροκώλιον δραχμῆς ὑειόν. ἐν δὲ Μακεδόσιν ὑπογάστριά θ ἡδέα θύννων. Ἔριφος Μελιβοίᾳ: ταῦτα γὰρ οἱ πένητες οὐκ ἔχοντες ἀγοράσαι ὑπογάστριον θύννακος οὐδὲ κρανίον λάβρακος οὐδὲ γόγγρον οὐδὲ σηπίας, ἃς οὐδὲ μάκαρας ὑπερορᾶν οἶμαι θεούς. ὅταν δὲ καὶ Θεόπομπος ἐν Καλλαίσχρῳ λέγῃ: ἰχθύων δὲ δὴ ὑπογάστριΣ32, ὦ Δάματερ, παρατηρητέον ὅτι ἐπὶ ἰχθύων μὲν ὑπογάστριον λέγουσι, σπανίως δ ἐπὶ χοίρων καὶ τῶν ἄλλων ζῴων. ἄδηλον δ ἐπὶ τίνων ἔταξε τὸ ὑπογάστριον Ἀντιφάνης ἐν τῷ Ποντικῷ, ὅταν λέγῃ:

ὅστις ὠψώνηκ ἴσως ταύταις μεγαλείως ταῖς κάκιστ ἀπολουμέναις ὑπογάστρι ἐλθὼν ἃς Ποσειδῶν ἀπολέσαι βράττειν τε γεννικῶς παρασκευάζεται πλευρὰν μετ αὐτῶν. Ἄλεξις δ ἐν Ὀδυσσεῖ ὑφαίνοντι καὶ τὴν κεφαλὴν τοῦ θύννου ἐπαινῶν φησιν καὶ τοὺς ἁλιέας δ εἰς τὸ βάραθρον ἐμβάλω: ἀπελευθέρων ὀψάρια θηρεύουσί μοι, τριχίδια καὶ σηπίδια καὶ φρυκτούς τινας. β.

οὗτος πρότερον κεφαλὴν εἰ λάβοι θύννου ἐνόμιζεν ἐγχέλεια καὶ θύννας ἔχειν. ἐπῄνουν δὲ τῶν θύννων καὶ τὰς κλεῖδας καλουμένας, ὡς Ἀριστοφῶν ἐν Πειρίθῳ: καὶ μὴν διέφθαρταί γε τοὔψον παντελῶς: κλεῖδες μὲν ὀπταὶ δύο παρεσκευασμέναι.

β. αἷς τὰς θύρας κλείουσι· α. θύννειοι μὲν οὖν. β. σεμνὸν τὸ βρῶμα. α. καὶ τρίτη Λακωνική.?

상위

The Deipnosophists, Book 7

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION