- 텍스트

Athenaeus, The Deipnosophists, Book 7, book 7, chapter 64

(아테나이오스, The Deipnosophists, Book 7, book 7, chapter 64)

Ὠνομάσθη δὲ θύννος ἀπὸ τοῦ θύειν τε καὶ ὁρμᾶν.? ὁρμητικὸς γὰρ ὁ ἰχθὺς διὰ τὸ ἔχειν κατά τινα ὡρ´αν οἶστρον ἐπὶ τῆς κεφαλῆς, ὑφ οὗ φησιν ὁ Ἀριστοτέλης αὐτὸν ἐξελαύνεσθαι γράφων οὕτως: "οἱ δὲ θύννοι καὶ οἱ ξιφίαι οἰστρῶσι περὶ κυνὸς ἐπιτολήν: "ἔχουσι γὰρ ἀμφότεροι τηνικαῦτα παρὰ τὰ πτερύγια οἱονεὶ σκωλήκιον τὸν καλούμενον οἶστρον, ὅμοιον μὲν σκορπίῳ, μέγεθος δ ἡλίκον ἀράχνης, τοῦτο δὲ ποιεῖ αὐτοὺς ἐξάλλεσθαι οὐκ ἔλαττον τοῦ δελφῖνος: "καὶ τοῖς πλοίοις πολλάκις ἐμπίπτουσι.?

상위

The Deipnosophists, Book 7

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION