호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ἀντιφάνης δὲ ἐν Λύκωνι κωμῳδῶν τοὺς Αἰγυπτίους φησίν τὰ τ ἄλλα δεινούς φασι τοὺς Αἰγυπτίους εἶναι τὸ νομίσαι τ ἰσόθεον τὴν ἔγχελυν πολὺ τῶν θεῶν γάρ ἐστι τιμιωτέρα.? τῶν μὲν γὰρ εὐξαμένοισιν ἔσθ ἡμῖν τυχεῖν, τούτων δὲ δραχμὰς τοὐλάχιστον δώδεκα ἢ πλέον ἀναλώσασιν ὀσφρέσθαι μόνον οὕτως ἔσθ ἅγιον παντελῶς τὸ θηρίον. Ἀναξανδρίδης δ ἐν Πόλεσι πρὸς τοὺς Αἰγυπτίους ἀποτεινόμενος τὸν λόγον φησίν οὐκ ἂν δυναίμην συμμαχεῖν ὑμῖν ἐγώ: οὔτ οἱ τρόποι γὰρ ὁμονοοῦσ1 οὔτ οἱ νόμοι ἡμῶν, ἀπ ἀλλήλων δὲ διέχουσιν πολύ. βοῦν προσκυνεῖς, ἐγὼ δὲ θύω τοῖς θεοῖς: τὴν ἔγχελυν μέγιστον ἡγεῖ δαίμονα, ἡμεῖς δὲ τῶν ὄψων μέγιστον παρὰ πολὺ οὐκ ἐσθίεις ὑεί, ἐγὼ δὲ γ ἥδομαι μάλιστα τούτοις: κύνα σέβεις, τύπτω δ ἐγώ, τοὔψον κατεσθίουσαν ἡνίκ ἂν λάβω.
τοὺς ἱερέας ἐνθάδε μὲν ὁλοκλήρους νόμος εἶναι, παρ ὑμῖν δ, ὡς ἐοίκ, ἀπηργμένους. τὸν αἰέλουρον κακὸν ἔχοντ ἐὰν ἴδῃς κλαίεις, ἐγὼ δ ἥδιστ ἀποκτείνας δέρω. δύναται παρ ὑμῖν μυγαλῆ, παρ ἐμοὶ δὲ γ οὔ. Τιμοκλῆς δ ἐν Αἰγυπτίοις πῶς ἂν μὲν οὖν σώσειεν ἶβις ἢ κύων· ὅπου γὰρ εἰς τοὺς ὁμολογουμένους θεοὺς ἀσεβοῦντες οὐ διδόασιν εὐθέως δίκην, τίν αἰελούρου βωμὸς ἐπιτρίψειεν ἄν·?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기