호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ναυσικράτης Ναυκλήροις:? . . δύο μέν, φασιν, ἁπαλοὶ καὶ καλοὶ παῖδες θεοῦ τοῦ ναυτίλοισι πολλάκις ἤδη φανέντος πελαγίοις ἐν ἀγκάλαις, ὃν καὶ τὰ θνητῶν φασιν ἀγγέλλειν πάθη. β. Γλαῦκον λέγεις. α. ἔγνωκας. τὸν δὲ Γλαῦκον τὸν θαλάττιον δαίμονα Θεόλυτος μὲν ὁ Μηθυμναῖος ἐν τοῖς Βακχικοῖς ἔπεσιν ἐρασθέντα φησὶν Ἀρεάδνης, ὅτ ἐν Δίᾳ τῇ νήσῳ ὑπὸ Διονύσου ἡρπάσθη, καὶ βιαζόμενον ὑπὸ Διονύσου ἀμπελίνῳ δεσμῷ ἐνδεθῆναι καὶ δεηθέντα ἀφεθῆναι εἰπόντα: Ἀνθηδών νὺ τίς ἐστιν ἐπὶ πλευροῖο θαλάσσης ἀντίον Εὐβοίης σχεδὸν Εὐρίποιο ῥοάων: ἔνθεν ἐγὼ γένος εἰμί: πατήρ δέ με γείνατο Κωπεύς. Προμαθίδας δ ὁ Ἡρακλεώτης ἐν ἡμιάμβοις Πολύβου τοῦ Ἑρμοῦ καὶ Εὐβοίας τῆς Λαρύμνου γενεαλογεῖ τὸν Γλαῦκον. Μνασέας δ ἐν τρίτῳ τῶν Εὐρωπιακῶν Ἀνθηδόνος καὶ Ἀλκυόνης αὐτὸν γενεαλογεῖ. ναυτικὸν δὲ αὐτὸν καὶ κολυμβητὴν ἀγαθὸν γενόμενον Πόντιον καλεῖσθαι: ἁρπάσαντα Σύμην τὴν Ιἠλύσου καὶ Δωτίδος θυγατέρα ἀποπλεῦσαι εἰς τὴν Ἀσίαν καὶ τὴν ἐγγὺς τῆς Καρίας νῆσον ἔρημον οὖσαν κατοικίσαντα ἀπὸ τῆς γυναικὸς Σύμην αὐτὴν προσαγορεῦσαι. Εὐάνθης δ ὁ ἐποποιὸς ἐν τῷ εἰς τὸν Γλαῦκον ὕμνῳ Ποσειδῶνος αὐτὸν υἱὸν εἶναι καὶ Ναϊ´δος νύμφης μιγῆναί τε Ἀρεάδνῃ ἐν Δίᾳ τῇ νήσῳ ἐρασθέντα, ὅτε ὑπὸ Θησέως κατελείφθη, Ἀριστοτέλης δ ἐν τῇ Δηλίων πολιτείᾳ ἐν Δήλῳ κατοικήσαντα μετὰ τῶν Νηρηίδων τοῖς θέλουσι μαντεύεσθαι.
Πόσσις δ ὁ Μάγνης ἐν τρίτῳ Ἀμαζονίδος τῆς Ἀργοῦς φησι δημιουργὸν γενέσθαι τὸν Γλαῦκον καὶ κυβερνῶντα αὐτήν, ὅτε Ιἄσων μετὰ τῶν Τυρρηνῶν ἐμάχετο, μόνον ἄτρωτον γενέσθαι ἐν τῇ ναυμαχίᾳ: κατὰ δὲ Διὸς βούλησιν ἐν τῷ τῆς θαλάσσης βυθῷ ἀφανισθῆναι καὶ οὕτως γενέσθαι θαλάττιον δαίμονα ὑπὸ μόνου τε Ιἄσονος θεωρηθῆναι.
φησὶ Γλαῦκον μετονομασθῆναι.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기