호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Νικόμαχος δ ἐν Εἰλειθυίᾳ καὶ αὐτὸς παράγει τινὰ μάγειρον ὑπερβάλλοντα τοὺς περὶ τὸν Διόνυσον τεχνίτας.? λέγει δ οὖν οὗτος πρὸς τὸν μισθωσάμενον ὑποδεικνύεις μὲν ἦθος ἀστεῖον πάνυ καὶ πρᾷον, ὀλίγωρον δὲ πεποίηκάς τι. β. πῶς· α. ἐν τῇ τέχνῃ τίνες ἐσμὲν οὐκ ἐξήτακας. ἢ πρότερον ἐπύθου τῶν ἀκριβῶς εἰδότων οὕτω τ ἐμισθώσω με· β. μὰ Δγ, ἐγώ μὲν οὐ. α. καὶ μὴν ἴσως ὅσον μαγείρου διαφέρει μάγειρος οὐκ οἶσθ. β. εἴσομαι δὲ γ ἢν λέγῃς. α. τὸ γὰρ παραλαβόντ ὄψον ἠγορασμένον πότερ ἀποδοῦναι σκευάσαντα μουσικῶς διακόνου στ οὐ τοῦ τυχόντος· β.
Ἡράκλεις. α. ὁ μάγειρός ἐσθ ὁ τέλειος ἑτέρα διάθεσις. πολλὰς τέχνας λάβοις ἂν ἐνδόξους πάνυ, ὧν τὸν μαθεῖν βουλόμενον ὀρθῶς οὐκ ἔνι ταύταις προσελθεῖν εὐθύς, ἀλλ ἔμπροσθε δεῖ ζωγραφίας ἧφθαι. ταῦτα καὶ μαγειρικῆς πρότερον μαθεῖν δεῖ τῆς τέχνης ἑτέρας τέχνας. , ὧν εἰδέναι σοι κρεῖττον ἦν μοι πρὶν λαλεῖν, ἀστρολογικήν, γεωμετρικήν, ἰατρικήν. τῶν ἰχθύων γὰρ τὰς δυνάμεις καὶ τὰς τέχνας ἐντεῦθεν εἴσῃ: παρακολουθήσεις χρόνοις, πότ ἀώρός ἐσθ ἕκαστος ἢ πόθ ὡρ´ιμος, τῶν ἡδονῶν γὰρ μεγάλα τὰ διαστήματα:
ἐνίοτε κρείττων γίνεται θύννου βόαξ. β. ἔστω. γεωμετρικῇ δὲ καὶ σοὶ πρᾶγμα τί· α. τοὐπτάνιον ἡμεῖς σφαῖραν εἶναι τιθέμεθα τοῦτο διελέσθαι καὶ τόπον λαβόνθ ἕνα μερίσαι κατ εἶδος τῆς τέχνης ἐπιδέξια, ἐκεῖθεν ἐνταῦθ ἐστὶ μετενηνεγμένα. β.
οὗτος, πέπεισμαι, κἂν τὰ λοιπὰ μὴ λαλῇς περὶ τῆς ἰατρικῆς δέ· α. τῶν γὰρ βρωμάτων πνευματικὰ κἂν δύσπεπτα καὶ τιμωρίαν ἔχοντ ἔνι ἔστιν, ὁ οὐ τροφήν. δειπνῶν δὲ πᾶς: τἀλλότρια γίνετ ὀξύχειρ κοὐκ ἐγκρατής:
τοῖς δὴ τοιούτοις βρώμασιν τὰ φάρμακα εὑρ´ητ ἐκεῖθεν, μεταφορὰ δ ἐστὶν τέχνης. ἤδη τὸ μετὰ νοῦ καὶ τὸ συμμέτρως ἔχον περὶ τακτικῆς ἕκαστα ποῦ τεθήσεται: ἀριθμῷ τὸ πλῆθος εἰδέναι μαγειρικῆς. οὐδεὶς ἕτερός σοι πρὸς ἔμ ἐκεῖ γραφήσεται. , β. μίκρ ἀντάκουσον ἐν μέρει κἀμοῦ. α. λέγε. β. σὺ μηδὲν ἐνόχλει μήτε σαυτὸν μήτ ἐμέ, ἀπραγμόνως δὲ διαγενοῦ τὴν ἡμέραν.?
이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기