호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
β.? Ἡράκλεις. α. ὁ μάγειρός ἐσθ ὁ τέλειος ἑτέρα διάθεσις. πολλὰς τέχνας λάβοις ἂν ἐνδόξους πάνυ, ὧν τὸν μαθεῖν βουλόμενον ὀρθῶς οὐκ ἔνι ταύταις προσελθεῖν εὐθύς, ἀλλ ἔμπροσθε δεῖ ζωγραφίας ἧφθαι. ταῦτα καὶ μαγειρικῆς πρότερον μαθεῖν δεῖ τῆς τέχνης ἑτέρας τέχνας. , ὧν εἰδέναι σοι κρεῖττον ἦν μοι πρὶν λαλεῖν, ἀστρολογικήν, γεωμετρικήν, ἰατρικήν. τῶν ἰχθύων γὰρ τὰς δυνάμεις καὶ τὰς τέχνας ἐντεῦθεν εἴσῃ:?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기