호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἀλαζονικὸν δ ἐστὶ πᾶν τὸ τῶν μαγείρων φῦλον, ὡς καὶ Ἡγήσιππος ἐν Ἀδελφοῖς παρίστησι.? παράγει δὲ μάγειρον λέγοντα: βέλτιστε, πολλοῖς πολλὰ περὶ μαγειρικῆς εἰρημέν ἐστὶν ἢ λέγων φαίνου τι δὴ καινὸν παρὰ τοὺς ἔμπροσθεν ἢ μὴ κόπτε με. β. οὐκ ἀλλὰ τὸ πέρας τῆς μαγειρικῆς, Σύρε, εὑρηκέναι πάντων νόμιζε μόνον ἐμέ. ου γὰρ παρέργως ἔμαθον ἐν ἔτεσιν δυεῖν ἔχων περίζωμ, ἀλλ ἅπαντα τὸν βίον ζητῶν κατὰ μέρη τὴν τέχνην ἐξήτακα: εἴδη λαχάνων ὅσ1 ἐστί, βεμβράδων τρόπους, φακῆς γένη παντοδαπά. τὸ πέρας σοι λέγω: ὅταν ἐν περιδείπνῳ τυγχάνω διακονῶν, ἐπὰν τάχιστ ἔλθωσιν ἐκ τῆς ἐκφορᾶς τὰ βάπτ ἔχοντες, τοὐπίθημα τῆς χύτρας ἀφελὼν ἐποίησα τοὺς δακρύοντας γελᾶν τοιοῦτος ἔνδοθέν τις ἐν τῷ σώματι διέδραμε γαργαλισμὸς ὡς ὄντων γάμων. α. φακῆν παρατιθείς, εἰπέ μοι, καὶ βεμβράδας· β.
τὰ πάρεργά μου ταῦτ ἔστιν, ἢν δὲ δὴ λάβω τὰ δέοντα καὶ τοὐπτάνιον ἁρμόσωμ ἅπαξ, ὅπερ ἐπὶ τῶν ἔμπροσθε Σειρήνων, Σύρε, ἐγένετο, καὶ νῦν ταὐτὸ τοῦτ ὄψει πάλιν, ὑπὸ τῆς γὰρ ὀσμῆς οὐδὲ εἷς δυνήσεται ἁπλῶς διελθεῖν τὸν στενωπὸν τουτονί ὁ δὲ παριὼν πᾶς εὐθέως πρὸς τὴν θύραν ἑστήξετ ἀχανής, προσπεπατταλευμένος, ἄφωνος, ἄχρι ἂν τῶν φίλων βεβυσμένος τὴν ῥῖν ἕτερός τις προσδραμὼν ἀποσπάσῃ. α. μέγας εἶ τεχνίτης. β. ἀγνοεῖς πρὸς ὃν λαλεῖς: πολλοὺς ἐγὼ σφόδρ οἶδα τῶν καθημένων, οἳ καταβεβρώκασ1 ἕνεκ ἐμοῦ τὰς οὐσίας.
πρὸς τῶν θεῶν, τί διαφέρειν οὗτος ὑμῖν δοκεῖ τῶν παρὰ Πινδάρῳ Κηληδόνων, αἳ κατὰ τὸν αὐτὸν τρόπον ταῖς Σειρῆσι τοὺς ἀκροωμένους ἐποίουν ἐπιλανθανομένους τῶν τροφῶν διὰ τὴν ἡδονὴν ἀφαυαίνεσθαι·?
이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기